(GSA) Hosea 10 : 1 αμπελος ευκληματουσα ισραηλ ο καρπος αυτης ευθηνων κατα το πληθος των καρπων αυτου επληθυνεν τα θυσιαστηρια κατα τα αγαθα της γης αυτου ωκοδομησεν στηλας
(GSA) Hosea 10 : 2 εμερισαν καρδιας αυτων νυν αφανισθησονται αυτος κατασκαψει τα θυσιαστηρια αυτων ταλαιπωρησουσιν αι στηλαι αυτων
(GSA) Hosea 10 : 3 διοτι νυν ερουσιν ουκ εστιν βασιλευς ημιν οτι ουκ εφοβηθημεν τον κυριον ο δε βασιλευς τι ποιησει ημιν
(GSA) Hosea 10 : 4 λαλων ρηματα προφασεις ψευδεις διαθησεται διαθηκην ανατελει ως αγρωστις κριμα επι χερσον αγρου
(GSA) Hosea 10 : 5 τω μοσχω του οικου ων παροικησουσιν οι κατοικουντες σαμαρειαν οτι επενθησεν ο λαος αυτου επ' αυτον και καθως παρεπικραναν αυτον επιχαρουνται επι την δοξαν αυτου οτι μετωκισθη απ' αυτου
(GSA) Hosea 10 : 6 και αυτον εις ασσυριους δησαντες απηνεγκαν ξενια τω βασιλει ιαριμ εν δοματι εφραιμ δεξεται και αισχυνθησεται ισραηλ εν τη βουλη αυτου
(GSA) Hosea 10 : 7 απερριψεν σαμαρεια βασιλεα αυτης ως φρυγανον επι προσωπου υδατος
(GSA) Hosea 10 : 8 και εξαρθησονται βωμοι ων αμαρτηματα του ισραηλ ακανθαι και τριβολοι αναβησονται επι τα θυσιαστηρια αυτων και ερουσιν τοις ορεσιν καλυψατε ημας και τοις βουνοις πεσατε εφ' ημας
(GSA) Hosea 10 : 9 αφ' ου οι βουνοι ημαρτεν ισραηλ εκει εστησαν ου μη καταλαβη αυτους εν τω βουνω πολεμος επι τα τεκνα αδικιας
(GSA) Hosea 10 : 10 ηλθεν παιδευσαι αυτους και συναχθησονται επ' αυτους λαοι εν τω παιδευεσθαι αυτους εν ταις δυσιν αδικιαις αυτων
(GSA) Hosea 10 : 11 εφραιμ δαμαλις δεδιδαγμενη αγαπαν νεικος εγω δε επελευσομαι επι το καλλιστον του τραχηλου αυτης επιβιβω εφραιμ και παρασιωπησομαι ιουδαν ενισχυσει αυτω ιακωβ
(GSA) Hosea 10 : 12 σπειρατε εαυτοις εις δικαιοσυνην τρυγησατε εις καρπον ζωης φωτισατε εαυτοις φως γνωσεως εκζητησατε τον κυριον εως του ελθειν γενηματα δικαιοσυνης υμιν
(GSA) Hosea 10 : 13 ινα τι παρεσιωπησατε ασεβειαν και τας αδικιας αυτης ετρυγησατε εφαγετε καρπον ψευδη οτι ηλπισας εν τοις αρμασιν σου εν πληθει δυναμεως σου
(GSA) Hosea 10 : 14 και εξαναστησεται απωλεια εν τω λαω σου και παντα τα περιτετειχισμενα σου οιχησεται ως αρχων σαλαμαν εκ του οικου ιεροβααλ εν ημεραις πολεμου μητερα επι τεκνοις ηδαφισαν
(GSA) Hosea 10 : 15 ουτως ποιησω υμιν οικος του ισραηλ απο προσωπου κακιων υμων ορθρου απερριφησαν απερριφη βασιλευς ισραηλ