(GSA) Hosea 13 : 1 κατα τον λογον εφραιμ δικαιωματα αυτος ελαβεν εν τω ισραηλ και εθετο αυτα τη βααλ και απεθανεν
(GSA) Hosea 13 : 2 και προσεθετο του αμαρτανειν ετι και εποιησαν εαυτοις χωνευμα εκ του αργυριου αυτων κατ' εικονα ειδωλων εργα τεκτονων συντετελεσμενα αυτοις αυτοι λεγουσιν θυσατε ανθρωπους μοσχοι γαρ εκλελοιπασιν
(GSA) Hosea 13 : 3 δια τουτο εσονται ως νεφελη πρωινη και ως δροσος ορθρινη πορευομενη ωσπερ χνους αποφυσωμενος αφ' αλωνος και ως ατμις απο ακριδων
(GSA) Hosea 13 : 4 εγω δε κυριος ο θεος σου στερεων ουρανον και κτιζων γην ου αι χειρες εκτισαν πασαν την στρατιαν του ουρανου και ου παρεδειξα σοι αυτα του πορευεσθαι οπισω αυτων και εγω ανηγαγον σε εκ γης αιγυπτου και θεον πλην εμου ου γνωση και σωζων ουκ εστιν παρεξ εμου
(GSA) Hosea 13 : 5 εγω εποιμαινον σε εν τη ερημω εν γη αοικητω
(GSA) Hosea 13 : 6 κατα τας νομας αυτων και ενεπλησθησαν εις πλησμονην και υψωθησαν αι καρδιαι αυτων ενεκα τουτου επελαθοντο μου
(GSA) Hosea 13 : 7 και εσομαι αυτοις ως πανθηρ και ως παρδαλις κατα την οδον ασσυριων
(GSA) Hosea 13 : 8 απαντησομαι αυτοις ως αρκος απορουμενη και διαρρηξω συγκλεισμον καρδιας αυτων και καταφαγονται αυτους εκει σκυμνοι δρυμου θηρια αγρου διασπασει αυτους
(GSA) Hosea 13 : 9 τη διαφθορα σου ισραηλ τις βοηθησει
(GSA) Hosea 13 : 10 που ο βασιλευς σου ουτος και διασωσατω σε εν πασαις ταις πολεσιν σου κρινατω σε ον ειπας δος μοι βασιλεα και αρχοντα
(GSA) Hosea 13 : 11 και εδωκα σοι βασιλεα εν οργη μου και εσχον εν τω θυμω μου
(GSA) Hosea 13 : 12 συστροφην αδικιας εφραιμ εγκεκρυμμενη η αμαρτια αυτου
(GSA) Hosea 13 : 13 ωδινες ως τικτουσης ηξουσιν αυτω ουτος ο υιος σου ου φρονιμος διοτι ου μη υποστη εν συντριβη τεκνων
(GSA) Hosea 13 : 14 εκ χειρος αδου ρυσομαι αυτους και εκ θανατου λυτρωσομαι αυτους που η δικη σου θανατε που το κεντρον σου αδη παρακλησις κεκρυπται απο οφθαλμων μου
(GSA) Hosea 13 : 15 διοτι ουτος ανα μεσον αδελφων διαστελει επαξει ανεμον καυσωνα κυριος εκ της ερημου επ' αυτον και αναξηρανει τας φλεβας αυτου εξερημωσει τας πηγας αυτου αυτος καταξηρανει την γην αυτου και παντα τα σκευη τα επιθυμητα αυτου
(GSA) Hosea 13 : 16 αφανισθησεται σαμαρεια οτι αντεστη προς τον θεον αυτης εν ρομφαια πεσουνται αυτοι και τα υποτιτθια αυτων εδαφισθησονται και αι εν γαστρι εχουσαι αυτων διαρραγησονται