(GSA) Hosea 14 : 1 επιστραφητι ισραηλ προς κυριον τον θεον σου διοτι ησθενησας εν ταις αδικιαις σου
(GSA) Hosea 14 : 2 λαβετε μεθ' εαυτων λογους και επιστραφητε προς κυριον τον θεον υμων ειπατε αυτω οπως μη λαβητε αδικιαν και λαβητε αγαθα και ανταποδωσομεν καρπον χειλεων ημων
(GSA) Hosea 14 : 3 ασσουρ ου μη σωση ημας εφ' ιππον ουκ αναβησομεθα ουκετι μη ειπωμεν θεοι ημων τοις εργοις των χειρων ημων ο εν σοι ελεησει ορφανον
(GSA) Hosea 14 : 4 ιασομαι τας κατοικιας αυτων αγαπησω αυτους ομολογως οτι απεστρεψεν η οργη μου απ' αυτων
(GSA) Hosea 14 : 5 εσομαι ως δροσος τω ισραηλ ανθησει ως κρινον και βαλει τας ριζας αυτου ως ο λιβανος
(GSA) Hosea 14 : 6 πορευσονται οι κλαδοι αυτου και εσται ως ελαια κατακαρπος και η οσφρασια αυτου ως λιβανου
(GSA) Hosea 14 : 7 επιστρεψουσιν και καθιουνται υπο την σκεπην αυτου ζησονται και μεθυσθησονται σιτω και εξανθησει ως αμπελος το μνημοσυνον αυτου ως οινος λιβανου
(GSA) Hosea 14 : 8 τω εφραιμ τι αυτω ετι και ειδωλοις εγω εταπεινωσα αυτον και εγω κατισχυσω αυτον εγω ως αρκευθος πυκαζουσα εξ εμου ο καρπος σου ευρηται
(GSA) Hosea 14 : 9 τις σοφος και συνησει ταυτα η συνετος και επιγνωσεται αυτα διοτι ευθειαι αι οδοι του κυριου και δικαιοι πορευσονται εν αυταις οι δε ασεβεις ασθενησουσιν εν αυταις .