(GSA) Hosea 6 : 1 πορευθωμεν και επιστρεψωμεν προς κυριον τον θεον ημων οτι αυτος ηρπακεν και ιασεται ημας παταξει και μοτωσει ημας
(GSA) Hosea 6 : 2 υγιασει ημας μετα δυο ημερας εν τη ημερα τη τριτη αναστησομεθα και ζησομεθα ενωπιον αυτου
(GSA) Hosea 6 : 3 και γνωσομεθα διωξομεν του γνωναι τον κυριον ως ορθρον ετοιμον ευρησομεν αυτον και ηξει ως υετος ημιν προιμος και οψιμος τη γη
(GSA) Hosea 6 : 4 τι σοι ποιησω εφραιμ τι σοι ποιησω ιουδα το δε ελεος υμων ως νεφελη πρωινη και ως δροσος ορθρινη πορευομενη
(GSA) Hosea 6 : 5 δια τουτο απεθερισα τους προφητας υμων απεκτεινα αυτους εν ρημασιν στοματος μου και το κριμα μου ως φως εξελευσεται
(GSA) Hosea 6 : 6 διοτι ελεος θελω και ου θυσιαν και επιγνωσιν θεου η ολοκαυτωματα
(GSA) Hosea 6 : 7 αυτοι δε εισιν ως ανθρωπος παραβαινων διαθηκην εκει κατεφρονησεν μου
(GSA) Hosea 6 : 8 γαλααδ πολις εργαζομενη ματαια ταρασσουσα υδωρ
(GSA) Hosea 6 : 9 και η ισχυς σου ανδρος πειρατου εκρυψαν ιερεις οδον κυριου εφονευσαν σικιμα οτι ανομιαν εποιησαν
(GSA) Hosea 6 : 10 εν τω οικω ισραηλ ειδον φρικωδη εκει πορνειαν του εφραιμ εμιανθη ισραηλ και ιουδα
(GSA) Hosea 6 : 11 αρχου τρυγαν σεαυτω εν τω επιστρεφειν με την αιχμαλωσιαν του λαου μου