(GSA) Hosea 7 : 1 εν τω ιασασθαι με τον ισραηλ και αποκαλυφθησεται η αδικια εφραιμ και η κακια σαμαρειας οτι ηργασαντο ψευδη και κλεπτης προς αυτον εισελευσεται εκδιδυσκων ληστης εν τη οδω αυτου
(GSA) Hosea 7 : 2 οπως συναδωσιν ως συναδοντες τη καρδια αυτων πασας τας κακιας αυτων εμνησθην νυν εκυκλωσεν αυτους τα διαβουλια αυτων απεναντι του προσωπου μου εγενοντο
(GSA) Hosea 7 : 3 εν ταις κακιαις αυτων ευφραναν βασιλεις και εν τοις ψευδεσιν αυτων αρχοντας
(GSA) Hosea 7 : 4 παντες μοιχευοντες ως κλιβανος καιομενος εις πεψιν κατακαυματος απο της φλογος απο φυρασεως στεατος εως του ζυμωθηναι αυτο
(GSA) Hosea 7 : 5 αι ημεραι των βασιλεων υμων ηρξαντο οι αρχοντες θυμουσθαι εξ οινου εξετεινεν την χειρα αυτου μετα λοιμων
(GSA) Hosea 7 : 6 διοτι ανεκαυθησαν ως κλιβανος αι καρδιαι αυτων εν τω καταρασσειν αυτους ολην την νυκτα υπνου εφραιμ ενεπλησθη πρωι εγενηθη ανεκαυθη ως πυρος φεγγος
(GSA) Hosea 7 : 7 παντες εθερμανθησαν ως κλιβανος και κατεφαγον τους κριτας αυτων παντες οι βασιλεις αυτων επεσαν ουκ ην ο επικαλουμενος εν αυτοις προς με
(GSA) Hosea 7 : 8 εφραιμ εν τοις λαοις αυτου συνανεμειγνυτο εφραιμ εγενετο εγκρυφιας ου μεταστρεφομενος
(GSA) Hosea 7 : 9 κατεφαγον αλλοτριοι την ισχυν αυτου αυτος δε ουκ επεγνω και πολιαι εξηνθησαν αυτω και αυτος ουκ εγνω
(GSA) Hosea 7 : 10 και ταπεινωθησεται η υβρις ισραηλ εις προσωπον αυτου και ουκ επεστρεψαν προς κυριον τον θεον αυτων και ουκ εξεζητησαν αυτον εν πασι τουτοις
(GSA) Hosea 7 : 11 και ην εφραιμ ως περιστερα ανους ουκ εχουσα καρδιαν αιγυπτον επεκαλειτο και εις ασσυριους επορευθησαν
(GSA) Hosea 7 : 12 καθως αν πορευωνται επιβαλω επ' αυτους το δικτυον μου καθως τα πετεινα του ουρανου καταξω αυτους παιδευσω αυτους εν τη ακοη της θλιψεως αυτων
(GSA) Hosea 7 : 13 ουαι αυτοις οτι απεπηδησαν απ' εμου δειλαιοι εισιν οτι ησεβησαν εις εμε εγω δε ελυτρωσαμην αυτους αυτοι δε κατελαλησαν κατ' εμου ψευδη
(GSA) Hosea 7 : 14 και ουκ εβοησαν προς με αι καρδιαι αυτων αλλ' η ωλολυζον εν ταις κοιταις αυτων επι σιτω και οινω κατετεμνοντο επαιδευθησαν εν εμοι
(GSA) Hosea 7 : 15 καγω κατισχυσα τους βραχιονας αυτων και εις εμε ελογισαντο πονηρα
(GSA) Hosea 7 : 16 απεστραφησαν εις ουθεν εγενοντο ως τοξον εντεταμενον πεσουνται εν ρομφαια οι αρχοντες αυτων δι' απαιδευσιαν γλωσσης αυτων ουτος ο φαυλισμος αυτων εν γη αιγυπτω